Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός,
ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε,
τὰς ἀκάνθας ἡ κεφαλή,
ἡ ὄψις τὰ ἐμπτύσματα,
αἱ σιαγόνες τὰ ῥαπίσματα,
τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει,
τὰ ὦτα τὰς δυσσεβεῖς βλασφημίας.
Ὁ νῶτος τὴν φραγγέλωσιν,
καὶ ἡ χεὶρ τὸν κάλαμον,
αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ,
τὰ ἄρθρα τοὺς ἥλους,
καὶ ἡ πλευρὰ τὴν λόγχην.
Ὁ παθὼν ὑπὲρ ἡμῶν,
καὶ παθῶν ἐλευθερώσας ἡμᾶς.
Ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ,
καὶ ἀνυψώσας ἡμᾶς,
παντοδύναμε Σωτήρ,
ἐλέησον ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου