Ο εορτάζων Εφημέριος του Ιερού Ναού
Κοιμήσεως Θεοτόκου Καλλιθέας
π. Δημήτριος Τσαρκατζόγλου
κατά την ώρα της Αρτοκλασίας.
Κοιμήσεως Θεοτόκου Καλλιθέας
π. Δημήτριος Τσαρκατζόγλου
κατά την ώρα της Αρτοκλασίας.
Ὁ Ἅγιος Δημήτριος: Ὦ Πατρὶς φιλτάτη μὴ δειλιᾷς, ἀεὶ γὰρ εὐχαῖς μου, ἐκ δεινῶν σὲ ἐλευθερῶ, ἀγαθῶν τε πάντων, πληρώσω σε ἐνθέων, καὶ σώσω καὶ φυλάξω, λέγει Δημήτριος.
Ἡ Θεσσαλονίκη: Ὑπὸ τὰς σὰς πτέρυγας Ἀθλητά, ἀεὶ σκεπομένη, ἐκλυτροῦμαι πάντων δεινῶν, νῦν δὲ ἡ πατρίς σου, κινδύνοις κλονουμένη, προστρέχω σοι καὶ κράζω· Μάρτυς βοήθει μοι.
Ὁ Ἅγιος Δημήτριος: Τάφος με καλύπτει Ἑλλάδος γῇ, ἀλλ’ ὁ κόσμος πλήρης, ἐκ τῶν μύρων μου τῆς ὀσμῆς, χαῖρε οὖν πατρίς μου, κατέχουσά με ἐχθρούς σου, πατάξω καὶ φυλάξω σὲ τὴν τιμῶσάν με.
Ἡ Θεσσαλονίκη: Ὄλβιος ὁ τάφος ὄντως ὁ σός, καὶ ὀλβιωτέρα, σοῦ ἡ πόλις ὡς θησαυρόν, σὲ νεκρὸν πλουτοῦσα, κρουνοὺς βλύζοντα μύρων, βοώσῃ· Δημητρίου Θεὸς βοήθει μοι.
Ἡ Ἐκκλησία: Χαῖρε καὶ ἀγάλλου σφόδρα ἀεί, ἡ Θεσσαλονίκη, ὁ ὁπλίτης γὰρ τοῦ Χριστοῦ, μετὰ σοῦ φρουρῶν σε, συντρίβων τοὺς ἐχθρούς σου, ᾧ εὐγνωμόνως κράζε· Χαίροις Δημήτριε.
Ὁ Λαός: Σχόντες τὸ σὸν Λείψανον σῷ ναῷ, Δημήτριε Μάρτυς, ὡς προπύργιον νοητόν, προσφεύγομεν τούτῳ, κινδύνοις καὶ πολέμοις, καὶ πάσης ἐπηρείας ἀπολυτρούμεθα.

(Ποίημα Αγ. Συμεών Αρχιεπισκόπου Θεσσαλονίκης)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου